2020

2020

Τῇ Κυριακῇ | Τῌ Ζʹ ΙΟΥΝΙΟΥ

On Sunday | June 7

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΚΥΡΙΑΚΗ Ηʹ ΤΗΣ ΑΓΙΑΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

SUNDAY OF PENTECOST

Πρ 2:1-11

Acts 2:1-11

Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ Ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ῾Αγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. ῏Ησαν δὲ ἐν ῾Ιερουσαλὴμ κατοικοῦντες 'Ιουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ 'Ελαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, 'Ιουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν 'Ασίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες ῾Ρωμαῖοι, 'Ιουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ ῎Αραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

When the day of Pentecost had come, they were all together in one place. And suddenly a sound came from heaven like the rush of a mighty wind, and it filled all the house where they were sitting. And there appeared to them tongues as of fire, distributed and resting on each one of them. And they were all filled with the Holy Spirit and began to speak in other tongues, as the Spirit gave them utterance. Now there were dwelling in Jerusalem Jews, devout men from every nation under heaven. And at this sound the multitude came together, and they were bewildered, because each one heard them speaking in his own language. And they were amazed and wondered, saying, "Are not all these who are speaking Galileans? And how is it that we hear, each of us in his own native language? Parthians and Medes and Elamites and residents of Mesopotamia, Judea and Cappadocia, Pontos and Asia, Phrygia and Pamphylia, Egypt and the parts of Libya belonging to Cyrene, and visitors from Rome, both Jews and proselytes, Cretans and Arabians, we hear them telling in our own tongues the mighty works of God." [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

ΚΥΡΙΑΚῌ ΟΓΔΟῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Holy Pentecost

Ιωα ζʹ 37 - 52, ηʹ 12

Jn. 7:37-52; 8:12

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

On the last day of the feast, the great day, Jesus stood up and proclaimed, "If any one thirst, let him come to me and drink. He who believes in me, as the scripture has said, 'Out of his heart shall flow rivers of living water.' " Now this he said about the Spirit, which those who believed in him were to receive; for as yet the Spirit had not been given, because Jesus was not yet glorified. When they heard these words, some of the people said, "This is really the prophet." Others said, "This is the Christ." But some said, "Is the Christ to come from Galilee? Has not the scripture said that the Christ is descended from David, and comes from Bethlehem, the village where David was?" So there was a division among the people over him. Some of them wanted to arrest him, but no one laid hands on him. The officers then went back to the chief priest and Pharisees, who said to them, "Why did you not bring him?" The officers answered, "No man ever spoke like this man!" The Pharisees answered them, "Are you led astray, you also? Have any of the authorities or of the Pharisees believed in him? But this crowd, who do not know the law, are accursed." Nikodemos, who had gone to him before, and who was one of them, said to them, "Does our law judge a man without first giving him a hearing and learning what he does?" They replied, "Are you from Galilee too? Search and you will see that no prophet is to rise from Galilee." Again Jesus spoke to them, saying, "I am the light of the world; he who follows me will not walk in darkness, but will have the light of life." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ζʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ.

On June 7 we commemorate the holy Hieromartyr Theodotos of Ankyra.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ζιναΐδος τῆς θαυματουργοῦ.

On this day we also commemorate the Holy Martyr Zinaida (Zenais) the wonderworker.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου.

On this day we also commemorate the Holy women, Aesia and Sosanna, followers of St. Pangratios, Bishop of Taormina. The services in their honor used to be conducted in their shrine in Basiliskos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος.

On this day we also commemorate the Holy Martyr Lykarion.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται.

On this day, the Holy Martyrs Tarasios and John died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται.

On this day, the devout Stephen reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται.

On this day, the devout Anthimos reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται.

On this day, the Holy Sevastiani reposed in peace.

Τοῦ Πεντηκοσταρίου.

From the Pentecostarion.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ογδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.

On this day, the eighth Sunday from Pascha, we celebrate holy Pentecost.

Στίχοι.

Verses

Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,

In a violent wind Christ distributes

Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.

to the Apostles the Spirit in tongues of fire.

Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεῦσι.

On one great day, the Spirit is poured out on the fishermen.

Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of the holy Apostles, O Christ our God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι ἡ ἑβδομάδαα τῆς Πεντηκοστῆς.

It is Pentecost week.