2020

2020

Τῇ Παρασκευῇ | Τῌ ΙΘʹ ΙΟΥΝΙΟΥ

On Friday | June 19

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΠΑΡΑΣΚΕΥΗ Βʹ ΕΒΔΟΜΑΔΟΣ

FRIDAY OF THE SECOND WEEK

Ρω 5:17-21; 6:1-2

Rom. 5:17-21; 6:1-2

Ἀδελφοί, εἰ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς 'Ιησοῦ Χριστοῦ. ῎Αρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους· εἰς δικαίωσιν ζωῆς. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα. Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ 'Ιησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Τί οὖν ἐροῦμεν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;

Brethren, if, because of one man's trespass, death reigned through that one man, much more will those who receive the abundance of grace and the free gift of righteousness reign in life through the one man Jesus Christ. Then as one man's trespass led to condemnation for all men, so one man's act of righteousness leads to acquittal and life for all men. For as by one man's disobedience many were made sinners, so by one man's obedience many will be made righteous. Law came in, to increase the trespass; but where sin increased, grace abounded all the more, so that, as sin reigned in death, grace also might reign through righteousness to eternal life through Jesus Christ our Lord. What shall we say then? Are we to continue in sin that grace may abound? By no means! How can we who died to sin still live in it? [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ Βʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΜΑΤΘΑΙΟΥ

Friday of the Second Week of Matthew

Ματ θʹ 14 - 17

Mt. 9:14-17

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· Διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ' ὅσον μετ' αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι, ὅταν ἀπαρθῇ ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται. οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολλοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς βάλλουσι καινούς, καὶ ἀμφότεροι συντηροῦνται.

At that time, the disciples of John came to him, saying, "Why do we and the Pharisees fast, but your disciples do not fast?" And Jesus said to them, "Can the wedding guest mourn as long as the bridegroom is with them? The days will come, when the bridegroom is taken away from them, and then they will fast. And no one puts a piece of unshrunk cloth on an old garment, for the patch tears away from the garment, and a worse tear is made. Neither is new wine put into old wineskins; if it is, the skins burst, and the wine is spilled, and the skins are destroyed; but new wine is put into fresh wineskins, and so both are preserved." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀποστόλου.

For the Apostle.

Ιου 1:1-25

Jude 1:1-25

Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἄπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. ῾Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ’ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν· ὡς Σόδομα καὶ Γόμοῤῥα καὶ αἱ περί αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ' εἶπεν· ἐπιτιμήσαι σοι Κύριος. οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. [Ἀγαπητοί,] οὐαὶ τοῖς ἀσεβἐσιν, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ 'Ενὼχ λέγων· Ἰδοὺ, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. ῾Υμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. ῾Υμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι ῾Αγίῳ προσευχόμενοι, ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι, οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, μόνῳ σοφῷ Θεῷ καὶ Σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Jude, a servant of Jesus Christ, and brother of James, To those who are called, beloved in God the Father and kept for Jesus Christ: May mercy, peace, and love be multiplied to you. Beloved, being very eager to write to you of our common salvation, I found it necessary to write appealing to you to contend for the faith which was once for all delivered to the saints. For admission has been secretly gained by some who long ago were designated for this condemnation, ungodly persons who pervert the grace of our God into licentiousness and deny the only Master and our Lord Jesus Christ. Now I desire to remind you, though you were once for all fully informed, that the Lord saved a people out of the land of Egypt, afterward destroyed those who did not believe. And the angels that did not keep their own position but left their proper dwelling have been kept by him in eternal chains in the nether gloom until the judgment of the great day; just as Sodom and Gomorrah and the surrounding cities, which likewise acted immorally and indulged in unnatural lust, serve as an example by undergoing a punishment of eternal fire. Yet in like manner these men in their dreamings defile the flesh, reject authority, and revile the glorious ones. But when the archangel Michael, contending with the devil, disputed about the body of Moses, he did not presume to pronounce a reviling judgment upon him, but said, "The Lord rebuke you." But these men revile whatever they do not understand, and by those things that they know by instinct as irrational animals, they are destroyed. Beloved, woe to the ungodly, for they walk in the way of Cain, and abandon themselves for the sake of gain to Balaam's error, and perish in Korah's rebellion. These are blemishes on your love feasts, as they boldly carouse together, looking after themselves; waterless clouds, carried along by winds; fruitless trees in late autumn, twice dead, uprooted; wild waves of the sea, casting up the foam of their own shame; wandering stars for whom the nether gloom of darkness has been reserved for ever. It was of these also that Enoch in the seventh generation from Adam prophesied, saying, "Behold, the Lord came with his holy myriads, to execute judgment on all, and to convict all the ungodly of all their deeds of ungodliness which they have committed in such an ungodly way, and of all the harsh things which ungodly sinners have spoken against him." These are grumblers, malcontents, following their own passions, loud-mouthed boasters, flattering people to gain advantage. But you must remember, beloved, the predictions of the apostles of our Lord Jesus Christ; they said to you, "In the last time there will be scoffers, following their own ungodly passions." It is these who set up divisions, worldly people, devoid of the Spirit. But you, beloved, build yourselves up on your most holy faith; pray in the Holy Spirit; keep yourselves in the love of God; wait for the mercy of our Lord Jesus Christ unto eternal life. And convince some, who doubt; save some, by snatching them out of the fire; on some have mercy with fear, hating even the garment spotted by the flesh. Now to him who is able to keep you from falling and to present you without blemish before the presence of his glory with rejoicing, to the only God, our Savior through Jesus Christ our Lord, be glory, majesty, dominion, and authority, before all time and now and for ever. Amen.

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἀποστόλου.

For the Apostle.

Ιωα 14:21-24

Jn. 14:21-24

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου, καὶ ἐγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. Λέγει αὐτῷ ᾿Ιούδας, οὐχ ὁ ᾿Ισκαριώτης· Κύριε, καὶ τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός.

The Lord said to his disciples, "He who has my commandments and keeps them, he it is who loves me; and he who loves me will be loved by my Father, and I will love him and manifest myself to him." Judas (not Iscariot) said to him, "Lord, how is it that you will manifest yourself to us, and not to the world?" Jesus answered him, "If a man loves me, he will keep my word, and my Father will love him, and we will come to him and make our home with him. He who does not love me does not keep my words; and the word which you hear is not mine but the Father's who sent me." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΘʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.

On the June 19 we commemorate the Holy Apostle Jude.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου.

On this day we also commemorate the holy Martyr Zosimas.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.

On this day we commemorate our devout Father Zeno.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Παϊσίου του Μεγάλου.

On this day we also commemorate our righteous Father Paisios the Great of Egypt.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.