2020

2020

Τῇ Τετάρτῃ | Τῌ Ηʹ ΙΟΥΛΙΟΥ

On Wednesday | July 8

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΤΕΤΑΡΤΗ Εʹ ΕΒΔΟΜΑΔΟΣ

WEDNESDAY OF THE FIFTH WEEK

Ρω 15:7-16

Rom. 15:7-16

Ἀδελφοί, προσλαμβάνεσθε ἀλλήλους͵ καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ Θεοῦ. Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ͵ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων͵ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν͵ καὶ τῷ ὀνοματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε͵ ἔθνη͵ μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ πάλιν͵ Αἰνεῖτε͵ πάντα τὰ ἔθνη͵ τὸν Κύριον͵ καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί͵ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν͵ εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος ἁγίου. Πέπεισμαι δέ, ἀδελφοί μου͵ καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν͵ ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης͵ πεπληρωμένοι πάσης τῆς γνώσεως͵ δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους͵ ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη͵ ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ͵ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος͵ ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.

Brethren, welcome one another, therefore, as Christ has welcomed you, for the glory of God. For I tell you that Christ became a servant to the circumcised to show God's truthfulness, in order to confirm the promises given to the patriarchs, and in order that the Gentiles might glorify God for his mercy. As it is written, "Therefore I will praise thee among the Gentiles, and sing to thy name"; and again it is said, "Rejoice, O Gentiles, with his people"; and again, "Praise the Lord, all Gentiles, and let all the peoples praise him"; and further Isaiah says, "The root of Jesse shall come, he who rises to rule the Gentiles; in him shall the Gentiles hope." May the God of hope fill you with all joy and peace in believing, so that by the power of the Holy Spirit you may abound in hope. I myself am satisfied about you, my brethren, that you yourselves are full of goodness, filled with all knowledge, and able to instruct one another. But on some points I have written to you very boldly by way of reminder, because of the grace given me by God to be a minister of Christ Jesus to the Gentiles in the priestly service of the gospel of God, so that the offering of the Gentiles may be acceptable, sanctified by the Holy Spirit. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ Εʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΜΑΤΘΑΙΟΥ

Wednesday of the Fifth Week of Matthew

Ματ ιβʹ 38 - 45

Mt. 12:38-45

Τῷ καιρῷ ἐκείνῳ προσῆλθον τῷ Ἰησοῦ γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι' ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει. τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα καὶ σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει μεθ' ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.

At that time, the scribes and Pharisees came to Jesus saying, "Teacher, we wish to see a sign from you." But he answered them, "An evil and adulterous generation seeks for a sign; but no sign shall be given to it except the sign of the prophet Jonah. For as Jonah was three days and three nights in the belly of the whale, so will the Son of man be three days and three nights in the heart of the earth. The men of Nineveh will arise at the judgment with this generation and condemn it; for they repented at the preaching of Jonah, and behold, something greater than Jonah is here. The queen of the South will arise at the judgment with this generation and condemn it; for she came from the ends of the earth to hear the wisdom of Solomon, and behold, something greater than Solomon is here. When the unclean spirit has gone out of a man, he passes through waterless places seeking rest, but he finds none. Then he says, 'I will return to my house from which I came.' And when he comes he finds it empty, swept, and put in order. Then he goes and brings with him seven other spirits more evil than himself, and they enter and dwell there; and the last state of that man becomes worse than the first. So shall it be also with this evil generation." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Μάρτυρος.

For the Martyr.

1Τι 4:9-15

1 Tim. 4:9-15

Τέκνον Τιμόθεε, πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος· εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν. Παράγγελλε ταῦτα καὶ δίδασκε. Μηδείς σου τῆς νεό- τητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ. Ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.

Timothy, my son, the saying is sure and worthy of full acceptance. For to this end we toil and strive, because we have our hope set on the living God, who is the Savior of all men, especially of those who believe. Command and teach these things. Let no one despise your youth, but set the believers an example in speech and conduct, in love, in faith, in purity. Till I come, attend to the public reading of scripture, to preaching, to teaching. Do not neglect the gift you have, which was given you by prophetic utterance when the council of elders laid their hands upon you. Practice these duties, devote yourself to them, so that all may see your progress. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Μάρτυρος.

For the Martyr.

Λου 6:17-19, 9:1-2, 10:16-22

Lk. 6:17-19, 9:1-2, 10:16-22

Τῷ καιρῷ ἐκείνῳ, ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν,καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο·καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, Καὶ ἔλεγεν αὐτοῖς·῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. ῾Υπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. ᾿Εν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ ᾿Ιησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.

At that time, a crowd of his disciples and a great multitude of people came to Jesus from all Judea and Jerusalem and the seacoast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases; and those who were troubled with unclean spirits were cured. And all the crowd sought to touch him, for power came forth from him and healed them all. And he called the twelve together and gave them power and authority over all demons and to cure diseases, and sent them out to preach the kingdom of God and to heal, and He said to them: "He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me." The seventy returned with joy, saying, "Lord, even the demons are subject to us in your name!" And he said to them, "I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you: but rejoice that your names are written in heaven." In that same hour he rejoiced in the Holy Spirit and said, "I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for such was your gracious will. All things have been delivered to me by my Father; and no one knows who the Son is except the Father, or who the Father is except the Son and any one to whom the Son chooses to reveal him." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ηʹ τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.

On July 8 we commemorate the holy Great Martyr Procopius.

Ἡ Ἁγία Θεοδοσία, ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.

Saint Theodosia, the mother of Saint Procopius, died by the sword.

Αἱ Ἅγιαι Δώδεκα γυναῖκες αἱ Συγκλητικαί, ξίφει τελειοῦνται.

The Twelve Women of senatorial rank died by the sword.

Οἱ Ἅγιοι Μάρτυρες Ἀντίοχος, Νικόστρατος, Ἀβδᾶς καὶ Σάββας, ξίφει τελειοῦνται.

The holy Martyrs Antiochus, Nicostratus, Abdas and Sabbas died by the sword.

Ὁ Ὅσιος Θεόφιλος, ὁ κατὰ τὸ Ἅγιον Ὅρος τοῦ Ἄθω ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

The devout Theophilus, who lived in asceticism on the Holy Mountain of Athos, reposed in peace.

Ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ἀναστάσιος, ὁ ἐξ Ἁγίου Βλασίου Ἡγουμενίτσης, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτη ͵αψμγʹ (1743), ξίφει τελειοῦται.

The holy New Hieromartyr Anastasius, who was from Hagios Vlasios, Hegoumenitsa, witnessed in Constantinople and died by the sword in the year 1743.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.