2020

2020

Τῇ Πέμπτῃ | Τῌ ΙϚʹ ΙΟΥΛΙΟΥ

On Thursday | July 16

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΠΕΜΠΤΗ Ϛʹ ΕΒΔΟΜΑΔΟΣ

THURSDAY OF THE SIXTH WEEK

1Κορ 3:18-23

1 Cor. 3:18-23

Ἀδελφοί, μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστιν· γέγραπται γάρ· ῾Ο δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶν μάταιοι. Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος, εἴτε Ἀπολλώς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ὑμῶν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.

Brethren, let no one deceive himself. If any one among you thinks that he is wise in this age, let him become a fool that he may become wise. For the wisdom of this world is folly with God. For it is written, "He catches the wise in their craftiness," and again, "The Lord knows that the thoughts of the wise are futile." So let no one boast of men. For all things are yours, whether Paul or Apollos or Cephas or the world or life or death or the present or the future, all are yours; and you are Christ's; and Christ is God's. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΠΕΜΠΤῌ ΤΗΣ Ϛʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΜΑΤΘΑΙΟΥ

Thursday of the Sixth Week of Matthew

Ματ ιγʹ 36 - 43

Mt. 13:36-43

Τῷ καιρῷ ἐκείνῳ ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

At that time, Jesus went into the house. And his disciples came to him, saying, "Explain to us the parable of the weeds of the field." He answered, "He who sows the good seed is the Son of man; the field is the world, and the good seed means the sons of the kingdom; the weeds are the sons of the evil one, and the enemy who sowed them is the devil; the harvest is the close of the age, and the reapers are angels. Just as the weeds are gathered and burned with fire, so will it be at the close of the age. The Son of man will send his angels, and they will gather out of his kingdom all causes of sin and all evildoers, and throw them into the furnace of fire; there men will weep and gnash their teeth. Then the righteous will shine like the sun in the kingdom of their Father. He who has ears to hear, let him hear." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙϚʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους, Ἐπισκόπου Πηδαχθήσης (ἢ Πηδαχθόης).

On July 16, we commemorate the holy Hieromartyr Athenogenes, Bishop of Pidachthoa.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Φαύστου.

On this day we also commemorate the holy Martyr Faustus.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντιόχου, ἀδελφοῦ τοῦ Ἁγίου Μάρτυρος Πλάτωνος.

On this day we also commemorate the holy Martyr Antiochus, brother of the holy Martyr Plato.

Οἱ Ἅγιοι δεκαπεντακισχίλιοι Μάρτυρες, οἱ ἐν Πισιδίᾳ, ξίφει τελειοῦνται.

The holy 15,000 Martyrs in Pisidia died by the sword.

Ὁ ἅγιος μάρτυς Ἀθηνογένης διὰ πυρός, καὶ πολλαὶ μάρτυρες γυναῖκες, ξίφει τελειοῦνται.

The holy Martyr Athenogenes died by fire, and several women Martyrs died by the sword.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.