Βιβλία - Πηγαί

Books - Sources

Μηναῖον - Τῌ Κʹ ΙΟΥΛΙΟΥ

Menaion - July 20

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἠλιού

Memory of the Holy Prophet Elias

__________

__________

   

   

ΕΣΠΕΡΙΝΟΣ

VESPERS

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γὴν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γήν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερώων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρύναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἠγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοίς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτή. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χείρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γήν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man's heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γʹ)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

Δείξε εὐχάς.

Show Prayers

Ἀπαγγελλομένου ἐπίσης τοῦ Προοιμιακοῦ, ὁ Ιερεὺς ἵσταται ἀσκεπὴς ἐνώπιον τῆς ἁγίας Τραπέζης ἢ καὶ ἐνώπιον τῆς εἰκόνος τοῦ Σωτῆρος Χριστοῦ, ἱστάμενος ἐπὶ τοῦ Σολέα (ὡς ἐν τῷ Ὄρθρῳ), καὶ ἀναγινώσκει μυστικῶς τὰς Εὐχὰς τοῦ Λιχνικοῦ·

While the Opening Psalm is being read the Priest, bareheaded and standing in front of the Holy Table, says quietly the following Prayers at the Lighting of the Lamps.

ΙΕΡΕΥΣ (μυστικῶς)

PRIEST (inaudibly)

ΕΥΧΗ ΠΡΩΤΗ

1st Prayer

Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.

O Lord, compassionate and merciful, long-suffering and full of mercy, listen to our prayer and attend to the voice of our supplication. Make for us a sign for good. Guide us in your way, to walk in your truth. Make glad our hearts to fear your holy Name, because you are great and do wondrous things. You alone are God, and there is none like you, O Lord, among gods: powerful in mercy and loving in strength to help and to console and to save all who hope in your holy Name. [EL]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΔΕΥΤΕΡΑ

2nd Prayer

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν, εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον, καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων σου.

Lord, do not rebuke us in your anger, nor chastise us in your wrath, but deal with us in accordance with your kindness, physician and healer of our souls. Guide us to the harbour of your will. Enlighten the eyes of our hearts to the knowledge of your truth and grant that the rest of the present day and the whole time of our life may be peaceful and without sin, at the prayers of the holy Mother of God and of all the Saints. [EL]

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For yours is the might, and yours is the kingdom, the power and the glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΤΡΙΤΗ

3rd Prayer

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν, καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν, καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.

Lord our God, remember us, sinners and your unprofitable servants, as we call upon your holy Name, and do not put us to shame from the expectation of your mercy, but graciously grant us, Lord, all the requests that are for salvation, and count us worthy to love and to fear you from our whole heart, and in all things to do your will. [EL]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΤΕΤΑΡΤΗ

4th Prayer

Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

O Lord, who are praised by the holy Powers with never silent hymns and unceasing songs of glory, fill our mouth with your praise to give majesty to your holy Name, and give us a part and an inheritance with all who fear you in truth and who keep your commandments, at the prayers of the holy Mother of God and of all your Saints. [EL]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to you belong all glory, honour and worship, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΠΕΜΠΤΗ

5th Prayer

Κύριε, Κύριε, ὁ τῇ ἀχραντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας, ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων, καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον, τῇ χάριτι τοῦ Παναγίου σου Πνεύματος.

Lord, Lord, who uphold the universe by your immaculate hand, who are long-suffering towards us all and who repent of evils, remember your acts of compassion and your mercy. Visit us in your loving kindness and grant that for the rest of the present day we may escape the manifold wiles of the evil one, and, by the grace of your All-holy Spirit, keep our life free from assault. [EL]

Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

By the mercy and love for mankind of your Only-begotten Son, with whom you are blessed, together with your all-holy, good and life-giving Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΕΚΤΗ

6th Prayer

Ὁ Θεός, ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τα ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος, καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν, διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν αγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι, ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθόν, καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.

O God, great and wonderful, who order the universe with inexpressible loving-kindness and rich providence; who have granted us also the blessings of this world and brought us near to the promised Kingdom through the blessings that have been bestowed on us already; who have made us turn aside from every evil during that part of the present day which is now over, grant us also to complete what remains without blame in the presence of your holy glory, as we sing your praise, who alone are our God, good and the Lover of mankind. [EL]

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you are our God and to you we give glory, to the Father, the Son and the Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

ΕΥΧΗ ΕΒΔΟΜΗ

7th Prayer

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας. Ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει, καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

Great and most high God, who alone possess immortality, who dwell in unapproachable light, who fashioned all creation with wisdom, who made the separation between the light and the darkness and who placed the sun to have authority over the day and the moon and the stars to have authority over the night, who have counted us sinners worthy even at this present hour to come into your presence with confession and thanksgiving and to offer you our evening hymn of glory; do you, O Lord who love mankind, direct our prayer like incense before you and accept it as a savour of sweet fragrance. Grant us that the present evening and the coming night may be peaceful, clothe us with weapons of light, deliver us from every night-time fear and from every deed that walks in darkness. And give us sleep, which you have bestowed on us for our rest in our weakness, freed from every fantasy of the devil. Yes, Master of all things, giver of blessings, may we also be filled with compunction on our beds and call to mind your Name in the night, and enlightened by meditation on your commandments may we rise with gladness of soul to give glory to your loving-kindness, as we bring to your compassion supplications and entreaties on behalf of our own sins and those of all your people. At the prayers of the holy Mother of God visit them with mercy. [EL]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For you, O God, are good and love mankind, and to you we give glory, Father, Son and Holy Spirit, now and for ever, and to the ages of ages. Amen. [EL]

Πληρωθέντος τοῦ Προοιμιακοῦ Ψαλμοῦ, ὁ μὲν Ἱερεὺς παραμένει ἐν εὐλαβείᾳ ἐνώπιον τῆς ἁγίας Τραπέζης, ὁ δὲ Διάκονος ποιεῖ σχῆμα πρὸς τὸ Ἱερέα, καὶ ἐξελθὼν τοῦ ἱεροῦ Βήματος, διὰ τῆς βορείας πύλης, καὶ στὰς πρὸ τῆς Ὡραίας πύλης, καὶ βλέπων κατ' ἐνώπιον τῆς εἰκόνος τοῦ Χριστοῦ, λέγει τὴν Μεγάλην Συναπτήν, ἤτοι τὰ "Εἰρηνικά."

When the Opening Psalm is completed the Priest, in front of the Holy Table, or the Deacon in his usual place outside the Holy Doors, says the Litany of Peace.

Κρύψε εὐχάς.

Hide Prayers

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For (episcopal rank) (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, for the president, and for all in public service, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For this city, and for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, καὶ ἀπὸ τοῦ ἀπειλοῦντος ἡμᾶς λοιμοῦ τοῦ κορονοϊοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger and distress, and from the peril of the coronavirus against us, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν κατὰ τῆς νόσου τοῦ κορονοϊοῦ ἀγωνιζομένων, ἰατρῶν, νοσηλευτῶν καὶ ἐπιστημόνων, τοῦ Κυρίου δεηθῶμεν.

For our brethren, those who lead the fight against the coronavirus, the doctors, the medical workers and the scientists, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἀναγινώσκεται ἡ πρώτη στάσις τοῦ 1ου Καθίσματος τοῦ Ψαλτηρίου. Γίνεται καὶ μικρὰ Συναπτή.

The first stanza of Kathisma 1 of the Psalter may be read, followed by the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἦχος αʹ.

Mode 1.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, "You are my hope, my portion in the land of the living."

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρά. Τοῦ Προφήτου.

Stichera. For the Prophet.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ. Τῶν οὐρανίων ταγμάτων.

Mode 1. For the celestial orders.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Ὁ τὸν Θεσβίτην Ἠλίαν, πυρίνῳ ἅρματι, ἀπὸ τῆς γῆς οἰκτίρμον, μεταθέμενος Λόγε, ταῖς τούτου ἱκεσίαις, σῶσον ἡμᾶς τοὺς πιστῶς σε δοξάζοντας, καὶ τὴν αὐτοῦ ἐκτελοῦντας χαρμονικῶς, θείαν μνήμην καὶ σεβάσμιον.

Merciful Lord, You translated Tishbite Elijah from earth * by fiery chariot taking * him as if into heaven. * O Logos, we who faithfully glorify You * pray You save and deliver us, * by his entreaties for us who with joy observe * his divine and solemn memory. [SD]

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Ὁ τὸν Θεσβίτην Ἠλίαν, πυρίνῳ ἅρματι, ἀπὸ τῆς γῆς οἰκτίρμον, μεταθέμενος Λόγε, ταῖς τούτου ἱκεσίαις, σῶσον ἡμᾶς τοὺς πιστῶς σε δοξάζοντας, καὶ τὴν αὐτοῦ ἐκτελοῦντας χαρμονικῶς, θείαν μνήμην καὶ σεβάσμιον.

Merciful Lord, You translated Tishbite Elijah from earth * by fiery chariot taking * him as if into heaven. * O Logos, we who faithfully glorify You * pray You save and deliver us, * by his entreaties for us who with joy observe * his divine and solemn memory. [SD]

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Οὐ συσσεισμῷ ἀλλ' ἐν αὔρᾳ, λεπτῇ τεθέασαι, Θεοῦ τὴν παρουσίαν, Ἠλιοὺ θεομάκαρ, φωτίζουσάν σε πάλαι, ἅρματι δέ, ἐποχούμενος τέθριππος, τὸν οὐρανὸν διϊππεύεις ξενοπρεπῶς, θαυμαζόμενος θεόπνευστε.

O blessed Prophet Elijah, of old the Lord appeared * to you, but not in whirlwind, nor in earthquake nor fire, * but in the gentle breeze, and illumined you. * Then on a four-horse chariot * you rode as if into heaven amazingly, * O most wondrous God-inspired Saint. [SD]

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Οὐ συσσεισμῷ ἀλλ' ἐν αὔρᾳ, λεπτῇ τεθέασαι, Θεοῦ τὴν παρουσίαν, Ἠλιοὺ θεομάκαρ, φωτίζουσάν σε πάλαι, ἅρματι δέ, ἐποχούμενος τέθριππος, τὸν οὐρανὸν διϊππεύεις ξενοπρεπῶς, θαυμαζόμενος θεόπνευστε.

O blessed Prophet Elijah, of old the Lord appeared * to you, but not in whirlwind, nor in earthquake nor fire, * but in the gentle breeze, and illumined you. * Then on a four-horse chariot * you rode as if into heaven amazingly, * O most wondrous God-inspired Saint. [SD]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Τοὺς ἱερεῖς τῆς αἰσχύνης, ξίφει κατέσφαξας, τὸν οὐρανὸν τῇ γλώττῃ, ἐπὶ γῆς τοῦ μὴ βρέχειν, ἐπέσχες ζήλῳ θείῳ πυρποληθείς, Ἐλισαῖον δὲ ἔπλησας, τῆς μηλωτῆς ἐπιδόσει διπλῆς σοφέ, Ἠλιοὺ ἐνθέου χάριτος.

Being on fire with divine zeal, * you put to death with the sword * the priests of shame, O Prophet, * having spoken, the heavens * withheld their rain and dew for the span of three years. * And by sending your mantle to * Prophet Elisha, you filled him with twice the grace, O Elijah, that you had from God. [SD]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Τοὺς ἱερεῖς τῆς αἰσχύνης, ξίφει κατέσφαξας, τὸν οὐρανὸν τῇ γλώττῃ, ἐπὶ γῆς τοῦ μὴ βρέχειν, ἐπέσχες ζήλῳ θείῳ πυρποληθείς, Ἐλισαῖον δὲ ἔπλησας, τῆς μηλωτῆς ἐπιδόσει διπλῆς σοφέ, Ἠλιοὺ ἐνθέου χάριτος.

Being on fire with divine zeal, * you put to death with the sword * the priests of shame, O Prophet, * having spoken, the heavens * withheld their rain and dew for the span of three years. * And by sending your mantle to * Prophet Elisha, you filled him with twice the grace, O Elijah, that you had from God. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Δεῦτε τῶν ὀρθοδόξων τὸ σύστημα, συναθροισθέντες σήμερον, ἐν τῷ πανσέπτῳ ναῷ τῶν θεηγόρων Προφητῶν, ψαλμικῶς ᾄσωμεν, ἐναρμόνιον μέλος, τῷ τούτους δοξάσαντι, Χριστῷ τῷ Θεῷ ἡμῶν, καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει ἀναβοήσωμεν· Χαίροις ἐπίγειε ἄγγελε, καὶ οὐράνιε ἄνθρωπε, Ἠλία μεγαλώνυμε. Χαίροις ὁ διπλῆν τὴν χάριν παρὰ Θεοῦ κομισάμενος, Ἐλισαῖε πανσεβάσμιε. Χαίρετε ἀντιλήπτορες θερμοί, καὶ προστάται καὶ ἰατροί, τῶν ψυχῶν καὶ τῶν σωμάτων τοῦ φιλοχρίστου λαοῦ. Ἀπὸ πάσης προσβολῆς, ἐναντίας καὶ περιστάσεως, καὶ παντοίων κινδύνων λυτρώσασθε, τοὺς πιστῶς ἐκτελοῦντας, τὴν πανέορτον μνήμην ὑμῶν.

Orthodox congregations, assembled today, in the all-holy church, in honor of those Prophets who spoke of God, come, as the Psalm says, let us sing a harmonious song, to Christ our God, who glorified them; and let us salute them, with joy and exultation, and say to them, "Rejoice! O earthly angel and heavenly man, Elias, great is your name! Rejoice! O all-venerable Elisha, you received double the grace from God! Rejoice! Both of you, the ardent helpers, protectors, and physicians of the souls and bodies of the people who love Christ! We entreat you to rescue us from every conflict and assault, and from every dangerous situation, so that we might faithfully celebrate the feast of your memory." [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Who will not call you blessed, most holy Virgin? Who will not sing praises of your wondrous birth giving? For the only begotten Son, timelessly having shone forth from the Father, came forth from you who are pure. And having been ineffably made flesh, he, who by nature is God, for our sake became also by nature man: not in two divided persons, but in two natures without confusion. O honored and all blessed one, beseech him to have mercy on our souls. [HC]

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΕ ΕΙΣΟΔΟΥ

Prayer of the Entrance

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, Φιλάνθρωπε, Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

At evening, at morning and at midday we praise, bless and give thanks, and we pray to you, Master of all things, Lord who love mankind: Direct our prayer before you like incense, and do not incline our hearts to words or thoughts of evil, but deliver us from all that hunt down our souls. For our eyes look to you, O Lord, our Lord, and we have hoped in you.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΚΛΗΡΟΣ ΚΑΙ ΛΑΟΣ

CLERGY AND PEOPLE

Ἦχος βʹ.

Mode 2.

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας Προκείμενον.

The evening Prokeimenon.

ΧΟΡΟΣ

CHOIR

Προκείμενον. Ἦχος πλ. δʹ.

Prokeimenon. Mode pl. 4.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. (δίς)

Behold now, bless the Lord, all you servants of the Lord. (2) [SAAS]

Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

Verse: Who stand in the house of the Lord, in the courts of the house of our God.

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου.

Behold now, bless the Lord, all you servants of the Lord.

Τὰ Ἀναγνώσματα

The Readings

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from the Third Book of the Kingdoms (1 Kings).

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

3Βα Κεφ. 17, 1-24

3Kg 17:1-24

Ἐγένετο λόγος Κυρίου πρὸς Ἠλιοὺ τὸν Προφήτην, καὶ εἶπε πρὸς Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετός, εἰ μὴ διὰ στόματός μου. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγον· Πορεύου ἐντεῦθεν κατ' ἀνατολάς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥάθ, τῷ ἐπὶ προσώπου Ἰορδάνου, καὶ ἔσται ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἐπορεύθη, καὶ ἐκάθισεν ἐν τῷ χειμάῤῥῳ Χοῤῥάθ, ἐπὶ πρόσωπον τοῦ Ἰορδάνου, καὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, καὶ κρέας τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ. Καὶ ἐγένετο μεθ' ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιού, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ καθίσῃ ἐκεῖ, καὶ ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀνέστη, καὶ ἐπορεύθη εἰς Σαρεφθά, εἰς τὸν πυλῶνα τῆς πόλεως. Καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγε ξύλα, καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπεν αὐτῇ· Λάβε δὴ μοι ὀλίγον ὕδωρ εἰς ἄγγος, καὶ πίομαι. Καὶ ἐπορεύθη λαβεῖν. Καὶ ἐβόησεν Ἠλιοὺ ὀπίσω αὐτῆς, καὶ εἶπε· Λήψῃ δὴ μοι καὶ ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. Καὶ εἶπεν ἡ γυνή· Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα. Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· θάρσει, εἴσελθε, καὶ ποίησον κατὰ τὸ ῥῆμά σου, ἀλλὰ ποίησόν μοι ἐκεῖθεν ἐγκρυφίαν μικρόν ἐν πρώτοις, καὶ ἐξοίσεις μοι, σεαυτῇ δὴ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ' ἐσχάτων, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι Κύριον τὸν Θεὸν ὑετὸν ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ ἐπορεύθη ἡ γυνή, καὶ ἐποίησε κατὰ τὸ ῥῆμα Ἠλιού, καὶ ἤσθιεν αὐτὸς καὶ αὐτή, καὶ τὰ τέκνα αὐτῆς. Καὶ ἀπὸ τῆς ἡμέρας ταύτης ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπε, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήθη, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἠλιού. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἠῤῥώστησεν ὁ υἱὸς τῆς γυναικός, τῆς κυρίας τοῦ οἴκου, καὶ ἡ ἀῤῥωστία αὐτοῦ κραταιὰ σφόδρα, ἕως οὐχ ὑπελείφθη ἐν αὐτῷ πνεῦμα. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού· τί ἐμοὶ καὶ σοί, ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου; Καὶ εἶπεν Ἠλιοὺ πρὸς αὐτήν· Δὸς μοι τὸν υἱόν σου. Καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς, καὶ ἀνήνεγκεν αὐτὸν ἐπὶ τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάθητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ. Καὶ ἀνεβόησεν Ἠλιού, καὶ εἶπεν· Οἴμοι! Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ κατοικῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίς, καὶ ἐπεκαλέσατο τὸν Κύριον, καὶ εἶπε· Κύριε ὁ Θεός μου, ἐπιστραφήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτό. Καὶ ἐγένετο οὕτω, καὶ ἀνεβόησε, καὶ ἤκουσε Κύριος ἐν φωνῇ Ἠλιού, καὶ ἐπεστράφη ἡ ψυχὴ τοῦ παιδαρίου πρὸς ἔγκατον αὐτοῦ, καὶ ἔζησε. Καὶ ἔλαβεν Ἠλίας τὸ παιδάριον, καὶ κατήγαγεν αὐτὸ ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον, καὶ ἔδωκεν αὐτὸ τῇ μητρὶ αὐτοῦ, καὶ εἶπεν Ἠλιού· Βλέπε, ζῇ ὁ υἱός σου. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἠλιού. Ἰδοὺ τοῦτο ἔγνωκα, ὅτι σὺ ἄνθρωπος εἶ τοῦ Θεοῦ, καὶ ῥῆμα Κυρίου ἐν τῷ στόματί σου ἀληθινόν.

Now Elijah the Tishbite from Tishbe in Gilead said to Ahab, “As the Lord God of Hosts lives, the God of all Israel before whom I stand, there shall not be any dew nor rain during these years except at my word.” Then the word of the Lord came to Elijah, saying, “Depart and go eastward, and hide by the Brook Cherith, which flows into the Jordan. You shall drink water from the brook, and I shall command the ravens to feed you there.” So Elijah went and obeyed the word of the Lord, and stayed by the Brook Cherith, which flows into the Jordan. The ravens brought him bread in the morning and meat in the evening, and he drank water from the brook. But after a while the brook dried up, because there was no rain in the land. Again the word of the Lord came to Elijah, saying, “Arise, go to Zarephath of Sidon and dwell there. Behold, I have commanded a widow there to provide for you.” So he arose and went to Zarephath. When he came to the gate of the city, there was a widow gathering firewood. Elijah called to her and said, “Please bring me a little water in a cup so I can drink.” She went to get it, and Elijah called after her and said, “Please bring me a morsel of bread in your hand.” But the woman said, “As the Lord your God lives, I do not have any bread, only a handful of flour in a bin, and a little oil in a jar. You see I am gathering a couple of sticks, so I can go in and prepare it for myself and my son, that we may eat it and die.” But Elijah said to her, “Take courage, and do as you say, but make me a small cake from it first and bring it to me. Afterward make some for yourself and your son. For thus says the Lord, ‘The bin of flour shall not be used up, and the jar of oil shall not run dry, until the day the Lord sends rain on the earth.’ ” So the woman went and did it. Thus she and he and her children ate for many days. The bin of flour was not used up, and the jar of oil did not run dry, according to the word the Lord spoke by Elijah. Now after this, the son of the woman who owned the house became sick. His sickness was so serious there was no breath left in him. So she said to Elijah, “What have I to do with you, O man of God? You came to me to bring my sin to remembrance and to kill my son.” But Elijah said to her, “Give me your son.” So he took him out of her arms and carried him to the upper room where he was staying, and laid him on his bed. Then Elijah cried out to the Lord and said, “Woe is me, O Lord! The witness of the widow with whom I lodge, you have embittered her by killing her son.” Then he stretched himself out on the child three times, and called on the Lord and said, “O Lord my God, let the soul of this child come back to him.” So it happened, and the child cried out. He took the child and brought him down from the upper room of the house, and gave him to his mother. Elijah said, “Behold, your son lives.” Then the woman said to Elijah, “Now I know that you are a man of God, and the word of the Lord in your mouth is the truth.” [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from the Third Book of the Kingdoms (1 Kings).

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

3Βα Κεφ. 18, 1, 17-46 καὶ 19, 1-16

3Kg 18:1, 17-27, 29b-41a, 41c, 44b, 42b, 45; 19:1a, 2-4a, 5-10, 15a, 16b

Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἠλιοὺ τὸν Θεσβίτην ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω τὸν ὑετὸν ἐπὶ προσώπου τῆς γῆς. Καὶ ἐγένετο, ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπε πρὸς αὐτόν· Σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ; Καὶ εἶπεν Ἠλιού· Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραήλ, ἀλλ' ἢ σύ, καὶ ὁ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ ἐπορεύθητε ὀπίσω τοῦ Βάαλ. Καὶ νῦν ἀπόστειλον, καὶ συνάθροισον πρὸς με πάντα, Ἰσραὴλ εἰς τὸ ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τοῦ Βάαλ, τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ. Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγε πάντας τοὺς προφήτας εἰς τὸ ὄρος τὸ Καρμήλιον. Καὶ εἶπεν αὐτοῖς Ἠλιού· Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ, εἰ δὲ ὁ Βάαλ αὐτός, πορεύεσθε ὀπίσω αὐτοῦ. Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν· Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ ἄλσους σφόδρα πολλοί. Δότωσαν οὖν ἡμῖν δύο βόας καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν. Καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ μὴ ἐπιθῶ. Καὶ βοᾶτε ἐν ὀνόματι τοῦ Θεοῦ ὑμῶν καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου. Καὶ ἔσται ὁ Θεὸς ὃς ἂν ἀκούσῃ ἐν πυρί, οὗτος Θεός. Καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς καὶ εἶπε· καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας σήμερον. Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης. Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι Θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε. Καὶ ἔλαβον τὸν μόσχον, καὶ ἐποίησαν οὕτω, καὶ ἐπεκάλουν τὸ ὄνομα τοῦ Βάαλ ἐκ πρωΐας ἕως μεσημβρίας, λέγοντες· Ἐπάκουσον ἡμῶν, ὁ Βάαλ, ἐπάκουσον ἡμῶν, καὶ οὐκ ἦν φωνή, καὶ οὐκ ἦν ἀκρόασις, καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου, οὗ ἐποίησαν. Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτούς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν· Ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι ἀδολεσχία ἐστὶ τῷ Θεῷ ὑμῶν. Καὶ ἐγένετο, ὡς ὁ καιρὸς ἔστη τοῦ ἀναβῆναι τὴν θυσίαν, καὶ οὐκ ἦν, ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων· Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου. Καὶ εἶπεν Ἠλιοὺ πρός τὸν λαόν· Προσαγάγετε πρὸς με, καὶ προσήγαγε πρὸς αὐτὸν πᾶς ὁ λαός. Καὶ ἔλαβεν Ἠλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὡς ἐλάλησε πρὸς αὐτὸν Κύριος, λέγων· Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. Καὶ ᾠκοδόμησε τοὺς λίθους, καὶ ἰάσατο τὸ θυσιαστήριον Κυρίου τὸ κατεσκαμμένον, καὶ ἐποίησε θαλαά, χωροῦσαν δύο μετρητὰς σπέρματος κύκλωθεν τοῦ θυσιαστηρίου. Καὶ ἐπέθηκε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα, καὶ ἐπέθηκεν εἰς τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον. Καὶ εἶπεν Ἠλιοὺ· Λάβετέ μοι δύο ὑδρίας ὕδατος, καὶ ἐπιχεέτωσαν ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπεν· Δευτερώσατε, καὶ ἐδευτέρωσαν. Τρισσεύσατε, καὶ ἐτρίσευσαν. Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θαλαὰ ἔπλησεν ὕδατος, καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεός, Ἀβραάμ, καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ἐπάκουσόν μου σήμερον ἐν πυρί. Καὶ γνώτωσαν ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, καὶ ἐγὼ δοῦλος σός, καὶ διὰ σὲ πεποίηκα ταῦτα πάντα, καὶ σὺ ἐπέστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω σου. Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας, καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλαᾷ, καὶ τοὺς λίθους, καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ. Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπεν· Ἀληθῶς Κύριος ὁ Θεός, αὐτὸς ἐστιν ὁ Θεός. Καὶ εἶπε Ἠλιοὺ πρὸς τὸν λαόν· Συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν. Καὶ συνέλαβον αὐτούς, καὶ κατήγαγεν αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσών, καὶ ἐκεῖ αὐτοὺς ἀπέκτεινε. Καὶ εἶπεν Ἠλιοὺ μετὰ ταῦτα τῷ Ἀχαάβ· Φωνὴ ποδῶν τοῦ ὑετοῦ· ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. Καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ, καὶ ηὔξατο πρὸς Κύριον. Καὶ ὁ οὐρανὸς συνεσκότασεν ἐν νεφέλαις, καὶ πνεύματι, καὶ ἐγένετο ὑετός μέγας. Καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἱεσράελ. Καὶ ἀνήγγειλεν Ἀχαὰβ Ἰεζάβελ τῇ γυναικὶ αὐτοῦ πάντα, ὅσα ἐποίησεν Ἠλιού, καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιού, καὶ εἶπεν· Αὔριον θύσομαι τὴν ψυχήν σου ὡς ἕνα ἐξ αὐτῶν. Καὶ ἤκουσεν Ἠλιοὺ καὶ ἐφοβήθη. Καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεέ, γῆν Ἰούδα καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ. Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλθε. Καὶ ἐκάθισεν ὑποκάτω ἀρκεύθου, καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ τὸ φυτόν, καὶ ἰδοὺ τις ἥψατο αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι φάγε καὶ πίε, ὅτι πολλη ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἐπέβλεψεν Ἠλιού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐγκρυφίας ὀλυρίτης, καὶ καμψάκης ὕδατος. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπιστρέψας ἐκοιμήθη. Καὶ ἐπέστρεψε ὁ Ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ· Ἀνάστηθι, φάγε καὶ πίε ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. Καὶ ἀνέστη καὶ ἔφαγε καὶ ἔπιε, καὶ ἐπορεύθη, ἐν τῇ ἰσχὺϊ τῆς βρώσεως ἐκείνης, τεσσαράκοντα ἡμέρας, καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρήβ, καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον, καὶ κατέλυσεν ἐκεῖ. Καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτόν, καὶ εἶπε· Τί σὺ ἐνταῦθα; Καὶ εἶπεν Ἠλιού· Ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαθήκην σου οἱ υἱοὶ Ἰσραήλ, τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς ὁδὸν ἐρήμου Δαμασκοῦ, καὶ χρίσεις τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ, ἀντὶ σοῦ, εἰς προφήτην.

It came to pass many days later, in the third year, the word of the Lord came to Elijah, saying, “Go and appear to Ahab, and I will send rain on the earth.” When Ahab saw Elijah, Ahab said to him, “Are you the one who is troubling Israel?” Elijah answered, “I have not troubled Israel, but rather you and the house of your father, in that you forsook the Lord your God and followed after the Baals. Now therefore, send and gather all Israel to me on Mount Carmel, the four hundred and fifty prophets of shame, and the four hundred prophets of the sacred groves who eat at Jezebel’s table.” So Ahab went back to Israel and gathered all the prophets on Mount Carmel. Then Elijah came near to all of them and said, “How long will you be undecided between two opinions? If the Lord is God, follow Him, but if Baal, follow him.” But the people did not answer. Then Elijah said to the people, “I alone remain as a prophet of the Lord, but there are four hundred and fifty men who are prophets of Baal and four hundred prophets of the sacred groves. Let them give us two oxen. Then let them choose one bull for themselves, to be cut into pieces and laid on the wood; but they shall not light a fire under it. I will prepare the other bull and lay it on the wood; and I will not light a fire under it. Then you will call loudly on the name of your gods, and I will call on the name of the Lord, my God. So it shall come to pass that the God who answers by fire, He is God.” So all the people answered and said, “The word you have spoken is good.” “Choose one calf for yourselves and prepare it, for there are many of you. Then call on the name of your god, but do not put fire to the wood under it.” So they took a calf and prepared it, and called on the name of Baal from morning until noon, saying, “Hear us, O Baal, hear us.” But there was no voice, for no one answered, and they ran about the altar they had made. Then it came to pass at noon that Elijah the Tishbite mocked them and said, “Cry out with a loud voice, for he is a god; for either he is away meditating, or he is too busy, or preoccupied with other business. Perhaps he is sleeping and has need to be awakened from his nap.” So they cried aloud and [...] prophesied until early evening, until the appointed time to offer the evening sacrifice, but even still, there was no voice. Finally, Elijah the Tishbite spoke to the prophets of the idols, saying, “Now remove yourselves from this place, for I will offer my whole burnt offering.” And they turned away and departed. Then Elijah said to the people, “Come near me.” So all the people came near to him. Elijah took twelve stones, according to the number of the tribes of Israel, for the Lord said, “Israel shall be your name.” Then he built an altar with the stones in the name of the Lord, and he repaired the altar of sacrifice that was scattered about, and around the altar he made a furrow holding two measures of seed. He piled the firewood on the altar he had made, divided the whole burnt offering, laid it on the firewood, and laid it in order on the altar. Then he said, “Bring me four pots of water, and pour it on the whole burnt offering and pour it on the unlit firewood.” They did so. Again Elijah said, “Do it a second time.” So they did it again. Again he said, “Do it a third time.” So they did it a third time. And the water ran all about the altar, and even the furrow became filled with water. After this, Elijah cried out to heaven and said, “O Lord God of Abraham, Isaac, and Israel, answer me, O Lord, answer me this day with fire, and let this people know You are the God of Israel, and I am Your servant; and for Your sake I do all these works. Hear me, O Lord, hear me with fire, and let these people know You are the Lord God, so as turn the heart of this people back.” Then fire fell from the Lord out of the heaven and consumed the whole burnt offering, the firewood, and the water in the furrow. The fire also licked up the stones and the soil. So all the people fell on their faces, and they said, “Truly, the Lord is God; He is God.” Elijah then said to the people, “Seize the prophets of Baal. Let not one of them escape.” So they seized them, and Elijah brought them down to the Brook Kishon, where he slaughtered them. After this, Elijah said to Ahab, “There is a sound of rain. Make ready your chariot and get down from here before the rain overcomes you.” But Elijah went up to the top of Carmel, where he bowed down on the ground and put his face between his knees. Thus it came to pass that the sky darkened with black clouds and wind, and there was a heavy downpour of rain. But Ahab mourned and went to Jezreel. Now Ahab told Jezebel his wife everything Elijah did. Then Jezebel sent to Elijah, saying, “If you are Elijah and I this Jezebel, may God do so to me and more also if at this hour tomorrow, I do not make your life like the life of one of them.” Elijah was fearful, and he arose and ran for his life. He came to Beersheba of Judah, where he left his servant. But Elijah himself went a day’s journey into the wilderness, and came and sat under a juniper tree. Then he lay down and slept under a tree. Unexpectedly, someone touched him and said to him, “Arise and eat.” Then Elijah looked, and there by his head was a cake made of wheat and a jar of water. So he ate and drank, and lay down again. Again the angel of the Lord came back a second time, touched him, and said, “Arise and eat, because the journey is a great many days for you.” So he arose, ate and drank; and he went with the strength of that food forty days and forty nights, as far as Mount Horeb. There he went into a cave and rested. Behold, the word of the Lord came to him and said to him, “Elijah, what are you doing here?” And Elijah said, “I have been very zealous for the Lord Almighty since the children of Israel have forsaken You. They tore down Your altars and killed Your prophets with the sword. I alone am left, and they seek to take my life.” Then the Lord said to him, “Go and return on your way to the desert of Damascus; and you shall anoint Elisha the son of Shaphat of Abel Meholah as prophet in your place.” [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βασιλειῶν Γʹ τὸ ἀνάγνωσμα.

The reading is from the Third Book of the Kingdoms (1 Kings).

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

3Βα Κεφ. 19, 19-21 καὶ Δ' Βασ. 2, 1, 6-14

3Kg 3 Kingdoms (1 Kings) 19:19a, 19c, 20a, 21b; 4 Kingdoms (2 Kings) 2:1, 6-14

Ἐγένετο ἡμέρα, καὶ εὑρίσκει Ἠλιοὺ τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ. Καὶ αὐτὸς ἠροτρία ἐν βουσί. Καὶ ἀπῆλθεν Ἠλιοὺ ἐπ' αὐτόν, καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπ' αὐτόν. Καὶ κατέλιπεν Ἐλισαιὲ τοὺς βόας καὶ ἔδραμεν ὀπίσω Ἠλιού, καὶ ἐλειτούργει αὐτῷ. Καὶ ἐγένετο, ἐν τῷ ἀνάγειν τὸν Κύριον Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισαιὲ ἐν Γαλγάλοις. Καὶ εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως τοῦ Ἰορδάνου. Καὶ εἶπεν Ἐλισαιέ· Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε. Καὶ ἐπορεύθησαν ἀμφότεροι· καὶ πεντήκοντα ἄνδρες ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἦλθον, καὶ ἔστησαν ἐξ ἐναντίας μακρόθεν, ἀμφότεροι δὲ ἔστησαν ἐπὶ τὸν Ἰορδάνην. Καὶ ἔλαβεν Ἠλίας τὴν μηλωτὴν αὐτοῦ, καὶ εἵλησεν αὐτήν, καὶ ἐπάταξεν ἐν αὐτῇ τὰ ὕδατα, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθεν καὶ ἔνθεν, καὶ διέβησαν ἀμφότεροι διὰ ξηρᾶς. Καὶ ἐγένετο, ὡς διῆλθον, εἶπεν Ἠλίας τῷ Ἐλισαιέ· Αἴτησόν με τί ποιήσω σοι, πρὶν ἀναληφθῆναί με ἀπὸ σοῦ. Καὶ εἶπεν Ἐλισαιέ· Γενηθήτω δὴ τὸ πνεῦμα τὸ ἐπὶ σοὶ δισσῶς ἐπ' ἐμέ. Καὶ εἶπεν Ἠλίας, ἐσκλήρυνας τοῦ αἰτήσασθαι. Πλὴν ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, ἔσται σοι οὕτως, ἐὰν δὲ μή, ἴδῃς, οὐ μὴ γένηται. Καὶ ἐγένετο αὐτῶν πορευομένων καὶ λαλούντων, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρός, καὶ διεχώρισεν ἀναμέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. Καὶ Ἐλισαιὲ ἑώρα, καὶ αὐτὸς ἐβόα· Πάτερ, Πάτερ, ἅρμα Ἰσραήλ, καὶ ἱππεὺς αὐτοῦ, καὶ οὐκ εἶδεν αὐτὸν οὐκ ἔτι, καὶ ἐκράτησεν Ἐλισαιὲ τοῦ ἱματίου αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὸ εἰς δύο. Καὶ ἀνείλετο τὴν μηλωτὴν Ἠλιοὺ Ἐλισαιέ, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ. Καὶ ἐπέστρεψεν Ἐλισαιὲ καὶ ἔστη ἐπὶ τὸ χεῖλος τοῦ Ἰορδάνου. Καὶ ἔλαβεν Ἐλισαιὲ τὴν μηλωτὴν Ἠλιού, τὴν πεσοῦσαν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὰ ὕδατα καὶ οὐ διῃρέθη. Καὶ εἶπεν Ἐλισαιέ. Ποῦ δὴ ἐστιν ὁ Θεὸς Ἠλιοὺ Ἀπφώ; Καὶ οὕτως ἐπάταξε τὰ ὕδατα ἐκ δευτέρου, καὶ διῃρέθη τὰ ὕδατα καὶ διῆλθε διὰ ξηρᾶς.

Elijah departed from there and found Elisha the son of Shaphat, who was plowing. Then Elijah passed by him and threw his mantle on him. So Elisha left the oxen, and ran after Elijah, and ministered to him. As the time came to be for the Lord to take up Elijah into heaven by a whirlwind, Elijah and Elisha went from Gilgal. Then Elijah said to him, “Stay here, please, for the Lord sent me on to the Jordan.” But Elisha said, “As the Lord lives, and as your soul lives, I will not leave you!” So both of them went on. Fifty men of the sons of the prophets went and stood facing them at a distance, while the two of them stood by the Jordan. Now Elijah took his mantle, rolled it up, and struck the water. The water divided this way and that, and the two of them crossed on dry ground. So it was that during the time they crossed over, Elijah said to Elisha, “Ask what I may do for you, before I am taken away from you.” Elisha said, “Please let a double portion of your spirit be upon me.” So Elijah said, “You have asked a hard thing. If you see me when I am taken up from you, it shall be so for you; and if not, it shall not be so.” Thus it came to be, as they walked and continued to talk, behold a chariot of fire appeared with horses of fire, and the fire separated them one from the other; and Elijah was taken up into heaven by a whirlwind. Then Elisha saw it and cried aloud, “Father, O father, the chariot of Israel and its horsemen!” He saw Elijah no more, and he took hold of his own clothes and tore them into two pieces. Then he raised Elijah’s mantle, which fell from Elijah and upon Elisha, and Elisha returned and stood on the bank of the River Jordan. He took Elijah’s mantle which had fallen upon him and struck the water, but it did not divide. Then he said, “Where is the Lord God of Elijah himself?” And he struck the water again, and it divided this way and that. So Elisha crossed over. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Κύριε παντοκράτορ ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord almighty, God of our fathers, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Again we pray for our brethren: the priests, the hieromonks, the hierodeacons, the monastics, and all our brotherhood in Christ.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.

Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are a merciful God Who loves mankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. [HC]

(Ἀμήν.)

(Amen.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

(Παράσχου, Κύριε.)

(Grant this, O Lord.)

Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You, O God, are good and love mankind, and to You we offer glory, to the Father and to the Son and to the Holy Spirit, now and forever, and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρία τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who bowed the heavens and came down for the salvation of the human race, look upon your servants and upon your inheritance, for to you, the fearful Judge who love mankind, your servants have bowed their heads and inclined their necks, not waiting for any human help, but awaiting your mercy and looking for your salvation. Guard them at every moment, during both the present evening and the approaching night, from every foe, from every hostile operation of the devil and from vain thoughts and evil desires.

ΙΕΡΕΥΣ

PRIEST

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεἰ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the might of your kingdom be blessed and glorified, of the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Ἡ Λιτὴ καὶ Ἀρτοκλασία.

Litany and Blessing of Loaves.

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελον Αʹ.

Idiomelon 1.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Ἠλίας ὁ ζηλωτής, καὶ τῶν παθῶν αὐτοκράτωρ, ἀεροβάτης ἐδέρκετο σήμερον, τῆς παγκοσμίου μυητὴς σωτηρίας προχειριζόμενος. Ὢ δόξης ἀκραιφνοῦς, ἧς ἠξίωται ὁ ὑψιπέτης Προφήτης, καὶ Προφητῶν ἐξαίρετον ἐγκαλλώπισμα! οὗτος γὰρ ἐν σώματι ἄγγελος, καὶ ἄσαρκος ἄνθρωπος δέδεικται τοῖς κατορθώμασιν. Ὃν ἐπαινοῦντες εἴπωμεν· Ἀντιλαβοῦ ἡμῶν σοφέ, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Elias, the zealot, the ruler over his own passions, is riding into the sky today, and he is made a mystic of worldwide salvation. Oh, unadulterated glory that was granted to this soaring Prophet and exquisite gem of the Prophets! By his accomplishments, he showed himself to be an angel in body and man without flesh. Let us extol him and say, "We pray you, O wise one, help us on Judgment Day!" [SD]

Ἰδιόμελον Βʹ.

Idiomelon 2.

Ἦχος αʹ.

Mode 1.

Δαυϊτικῶς σήμερον πιστοί, τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, Ἠλίαν τὸν Θεσβίτην, καὶ ζηλωτὴν τὸν ὑπέρλαμπρον· οὗτος γὰρ ἐν τῇ γλώσσῃ τὸν οὐρανὸν ὡς σίδηρον ἐχάλκευσε, καὶ τὴν γῆν τὴν ἔγκαρπον, ἄκαρπον ἐποίησεν. Ὢ τοῦ θαύματος! ὁ πήλινος ἄνθρωπος, οὐρανοὺς τοῦ δοῦναι ὑετὸν οὐκ εἴασεν. Ὢ τοῦ θαύματος! ὁ φθαρτός ἄνθρωπος, ἀφθαρσίαν ἐνδέδυται, καὶ οὐρανοὺς ἀνατρέχει ἐν πυρίνῳ ἅρματι, τῇ μηλωτῇ Ἐλισαίῳ διπλῆς τὴν χάριν χαριζόμενος, Βασιλεῖς ἐλέγχει, καὶ λαὸν ἀπειθῆ λιμῷ διαφθείρει. Τοὺς ἱερεῖς τῆς αἰσχύνης πάντας κατῄσχυνε, καὶ τῆς χήρας τὸν υἱὸν λόγῳ ἀνέστησεν. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐν εἰρήνῃ διαφύλαξον τοὺς ὀρθοδόξους Βασιλεῖς ἡμῶν, καὶ τὰ τῆς νίκης τρόπαια κατὰ βαρβάρων αὐτοῖς δώρησαι.

O believers, using words of David, let us honor in hymns the Lord's Prophet Elias the Tishbite, the illustrious zealot. He is the one who with his tongue made the sky hard like iron, and made the fruitful earth to be unfruitful. What a miracle! A corruptible man is garbed in incorruption, and he dashes to the heavens in a fiery chariot, and he grants double grace to Elisha by giving him his mantel. He rebukes kings. With famine he punishes the disobedient people. He embarrassed all the shameful priests of Baal, and by a word he resurrected the widow's son. O Christ our God, at his entreaties preserve our elected officials in peace, and keep us safe from foreign enemies. [SD]

Ἰδιόμελον Γʹ.

Idiomelon 3.

Ἦχος αʹ.

Mode 1.

Πνευματικοῖς ᾄσμασι τοὺς Προφήτας τοῦ Χριστοῦ ἅπαντες εὐφημήσωμεν· Ἠλίας γὰρ ὁ Θεσβίτης, οὐρανοδρόμος γέγονε, καὶ μηλωτῇ Ἐλισαῖος, τὴν χάριν ἐδέξατο διπλῆν παρὰ Θεοῦ, καὶ φωστῆρες φαιδροὶ τῇ οἰκουμένῃ ἀνεδείχθησαν, πρεσβεύοντες ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Let us all now sing spiritual songs to extol those Prophets of Christ. Elias the Tishbite became a sky-rider. Elisha received his mantel, and with it, double the grace from God. They were shown to bright luminaries for the whole world. And they unceasingly intercede on behalf of our souls. [SD]

Ἰδιόμελον Δʹ.

Idiomelon 4.

Ἦχος βʹ.

Mode 2.

Φωστῆρες ἀνέτειλαν τῇ οἰκουμένῃ δύο παμφαεῖς Ἠλίας καὶ Ἐλισαῖος, ὁ μὲν θείῳ λόγῳ, οὐρανίους σταγόνας ἀπέκλεισε, καὶ βασιλεῖς διήλεγξεν, ἅρματι δὲ πυρίνῳ εἰς οὐρανοὺς ἀνῆλθεν, ὁ δέ, ἀτεκνοῦντα ἰάσατο ὕδατα, καὶ διπλῆν δεξάμενος χάριν, Ἰορδάνου τὰ ῥεῖθρα ἐπέζευσε, καὶ νῦν μετ' Ἀγγέλων χορεύοντες, ὑπὲρ ἡμῶν πρεσβεύουσι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Two radiant luminaries have risen on the world. The one, Elijah, by divine word, made the sky withhold its raindrops, he censured kings, and he went up as if into heaven on a fiery chariot. The other, Elisha, received a double portion of grace, he crossed over the Jordan on foot, and he healed Jericho's water of death and barrenness. Now both of these Prophets celebrate with the Angels, and they intercede on our behalf, for the salvation of our souls. [SD]

Ἰδιόμελον Εʹ.

Idiomelon 5.

Ἦχος βʹ.

Mode 2.

Τὸ ἐξᾶραν ἅρμα σε πυρφόρον, ὡς ἐν συσσεισμῷ εἰς οὐρανούς, τὴν πυρίπνοον χάριν σοι παρέσχετο, Ἠλία Θεσβῖτα, τοῦ μὴ ἰδεῖν θάνατον, ἕως ἂν κηρύξῃς τὴν τῶν πάντων συντέλειαν· διὸ πάρεσο διδοὺς ἡμῖν, τῶν σῶν κατορθωμάτων τὴν μύησιν.

The fiery chariot, that took you up in a whirlwind as if into heaven, granted you the fire-breathing grace, O Eiljah the Tishbite, such that you will not see death, until you announce the completion of all things. Therefore be with us now, and give us to understand what you accomplished. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Ἐν πυρίνῳ ἅρματι ἐπιδίφριος ἀρθείς, εἰς χώραν φωτοειδῆ μετετέθης, ὦ Θεσβῖτα Ἠλιού, αἰσχύνης δὲ προφήτας κατῄσχυνας, ὁ τὸν οὐρανὸν λόγῳ δεσμεύσας, ὡσαύτως λῦσον καὶ ἡμῶν τὰ πταίσματα, ταῖς πρὸς Κύριον πρεσβείαις σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

You were taken up, riding a fiery chariot, and transported to a place of light, O Elias the Tishbite, after you embarrassed the shameful priests of Baal. You had the power, by your word, to bind and loose the sky; so now, by your intercessions to the Lord, loose our offences, and save our souls. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος δʹ.

Mode 4.

Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Guard your servants from dangers of every kind, O blessed Theotokos, so that we may glorify you, the hope of our souls. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ τοῦ (ἀρχιερατικοῦ βαθμοῦ) ἡμῶν (τοῦ δεῖνος).

Again we pray for (episcopal rank) (name).

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλει, κώμῃ), ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου, καὶ τῶν δούλων τοῦ Θεοῦ [...] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην.

Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church, and the servants of God [names] who celebrate this holy feast.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of this holy church, this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasions, civil strife, and accidental death. That our good and loving God may be merciful, gracious and favorable to us by turning and keeping from us all wrath and sickness, and deliver us from His just rebuke, and have mercy on us.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us.

(Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.)

(Lord, have mercy. Lord, have mercy. Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.

Hear us, O God our Savior, the hope of all those who live everywhere on earth and those far out at sea or in the air. Be gracious toward our sins, Master, and have mercy on us.

Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For you are a merciful and loving God, and to you we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Εἰρήνη πᾶσι.

Peace be with all.

(Καὶ τῷ πνεύματί σου.)

(And with your spirit.)

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνομεν.

Let us bow our heads to the Lord.

(Σοί, Κύριε.)

(To You, O Lord.)

ΙΕΡΕΥΣ

PRIEST

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου, Κυρίλλου καὶ Ἰωάννου τοῦ Ἐλεήμονος Πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Τριμυθοῦντος καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν Ἁγίων.

Most merciful Master, Lord Jesus Christ our God, through the intercessions of our most pure Lady the Theotokos and ever-Virgin Mary, the power of the precious and life giving Cross, the protection of the honorable, bodiless Powers of heaven, the supplications of the honorable and glorious prophet, and forerunner John the Baptist, the holy, glorious, and praiseworthy Apostles, our Fathers among the Saints, the great hierarchs and ecumenical teachers, Basil the Great, Gregory the Theologian and John Chrysostom, Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria; Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonder-workers; the holy, glorious great Martyrs George the Victorious, Demetrios the Myrobletes, Theodore the Teron, and Theodore the General, Menas the Wonderworker, the Hieromartyrs Haralambos and Eleftherios; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; of our holy God-bearing Fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Prophet Elias the Tishbite, whose memory we celebrate; and of all your Saints.

Εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφ' ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Accept our prayer; grant us forgiveness of our transgressions; protect us under the shelter of your wings; drive away from us every enemy and adversary; grant peace to our life; Lord have mercy on us and on your world; and save our souls as a good and loving God.

ΙΕΡΕΥΣ ἤ· ΧΟΡΟΣ

PRIEST or: CHOIR

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Ἡ Εὐλογία τῶν Ἄρτων.

Blessing of the Loaves.

Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ, καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον, καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, τῇ πόλει ταύτῃ, ἐν τοῖς οἴκοις τῶν ἑορταζόντων καὶ εἰς τὸν κόσμον σου ἅπαντα· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

Lord, Jesus Christ. our God, You blessed the five loaves in the wilderness and from them five thousand men were filled. Bless now these loaves, the wheat, the wine and oil and multiply them in this holy church, this city, in the homes of those who celebrate today, and in Your whole world. And sanctify Your faithful servants who partake of them.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are He who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory together with Your eternal Father and Your holy, good, and life-creating Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΚΛΗΡΟΣ

CLERGY

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (δίς)

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. (2) [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα.

Aposticha.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ὁ ἐξ ὑψίστου κληθείς.

Mode 4. When you were called.

Ὁ πρὸ συλλήψεως ὢν ἡγιασμένος, ὁ ἔνσαρκος Ἄγγελος, ὁ νοῦς ὁ πύρινος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ τῆς δευτέρας, Χριστοῦ ἐλεύσεως θεῖος πρόδρομος, Ἠλίας ὁ ἔνδοξος, τῶν Προφητῶν ἡ κρηπίς, πνευματικῶς συνεκάλεσε, τοὺς φιλέορτους, πανηγυρίσαι τὴν θείαν μνήμην αὐτοῦ. Οὗ ταῖς πρέσβείαις διαφύλαξον, τὸν λαόν σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀπὸ βλάβης παντοίας, τοῦ δολίου ἀνενόχλητον.

Prophet Elias has spiritually summoned * fans of feasts to celebrate his sacred memory. * Heavenly man, he was sanctified before conception; * incarnate Angel, he had a fiery mind. * Glorious foundation of the Prophets of the Lord, * he will return as the forerunner of the Messiah's * dread Second Coming, as it has been foretold. * And now Your people pray You, Christ our God: * At his strong intercessions, preserve us from * the assaults of the devil * and from any type of injury. [SD]

Στίχ. Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.

Verse: Do not touch My anointed ones, and do not act wickedly towards My prophets. [SAAS]

Ὁ οὐρανόφρων Ἠλίας ὁ Προφήτης, θεώμενος ἅπαντα ἀπὸ Κυρίου Θεοῦ, τὸν Ἰσραὴλ ἐκπορνεύσαντα, καὶ τοῖς εἰδώλοις, προστετηκότα ζήλῳ πυρούμενος, νεφέλας συνέστειλε, καὶ γῆν ἐξήρανε, καὶ οὐρανοὺς λόγῳ ἔκλεισεν, εἰπών, οὐκ ἔσται, σταγὼν ἐν γῇ, εἰ μὴ ἐμοῦ διὰ στόματος. Αὐτὸς ὑπάρχει ἑστιάτωρ νῦν, ὡς ἀφθόνως ἡμῖν παρεχόμενος, ἀνεκλάλητον χάριν, τοῖς πιστῶς αὐτὸν γεραίρουσι.

Prophet Elias, whose mind was on the heavens, * seeing all of Israel's whorish unfaithfulness * to God the Lord, and the people all clinging to idols, * his soul aflame with the fire of zeal divine, * said, "There shall be neither dew nor rain, except by my word." * And with his word were the heavens shut, * and he prevented * the clouds from raining, and thus the earth was parched. * But he is now our banquet host on high, * as he lavishes great and ineffable * gifts of grace in abundance * on us faithfully extolling him. [SD]

Στίχ. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Verse: You are a priest forever according to the order of Melchizedek. [SAAS]

Ὁ τῶν ἀῤῥήτων ἐπόπτης μυστηρίων, σὺ τὰ Ἰορδάνια ῥεῖθρα διέῤῥηξας, σὺ τὴν ἀπάτην ἐτέφρωσας, τὴν τῶν εἰδώλων, τῇ ἀστραπῇ τῶν θείων ῥημάτων σου, σὺ παρανομήσαντα ἤλεγξας ἄνακτα, καὶ ἱερεῖς ἐθανάτωσας, τῆς ἀνομίας, καὶ τὴν θυσίαν εὐχῇ ἐνέπρησας, καὶ τοὺς φλογώδεις, τοῦ λαοῦ σου νῦν, τῶν παθημάτων καὶ θλίψεων ἄνθρακας, Ἠλιοὺ σῆς πρεσβείας τῷ πυρὶ ἐναπομάρανον.

Prophet and mystic, to you have been uncovered * ineffable mysteries. You parted Jordan’s streams, * and you reduced the deception of idols to ashes, * with lightning bolts of your God-inspired words. * You rebuked the king when he transgressed the law of God. * You prayed for fire on your sacrifice, and it consumed it, * and then you killed the unholy pagan priests. * Now for your people pray with fiery zeal, * O Elias, and smother the burning coals * of the unruly passions * and the suffering afflicting us. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Προφῆτα κήρυξ Χριστοῦ, τοῦ θρόνου τῆς μεγαλωσύνης οὐδέποτε χωρίζῃ, καὶ ἑκάστῳ ἀσθενοῦντι ἀεὶ παρίστασαι, ἐν τοῖς ὑψίστοις λειτουργῶν, τὴν οἰκουμένην εὐλογεῖς, πανταχοῦ δοξαζόμενος. Αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.

O Prophet and herald of Christ, you are never away from the throne of majesty, and still you are ever at the side of every sick person. You minister in the heights, and you bless the whole world, and you are everywhere glorified. O Elias, pray for the forgiveness of our souls. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Most holy Virgin, Christ the Lord, Creator and Redeemer, proceeded from your womb, and clothing himself in me, set me free from the ancient curse on Adam. Therefore, most pure Virgin, we praise you without ceasing as Mother of God and true Virgin with the greeting of the angel: Rejoice! Lady, advocate, defender, and salvation of our souls. [HC]

ΙΕΡΕΥΣ

PRIEST

Ὠδὴν τοῦ Θεοδόχου Συμεών.

Song of Simeon.

Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for your name's sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the Kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

The angel incarnate and the Prophets' pedestal, * the second Forerunner of the coming of Christ, Elias the glorious, * sent down to Elisha the divine grace from heaven. * He drives away diseases and he cleanses lepers. * Therefore he pours out healings to those who honor him. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος δʹ.

Mode 4.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σού Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

O Theotokos, through you became manifest to us on earth the mystery, which was hid from eternity, and which the Angels themselves knew not: that God, uniting natures without confusion, becomes a man and accepts crucifixion for our salvation voluntarily. By virtue of this, resurrecting man whom He had first created, He saved our souls from death. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

(Κύριε, ἐλέησον.)

(Lord, have mercy.)

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θεία χάριτι καὶ φιλανθρωπία πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for mankind, always, now and forever and to the ages of ages.

(Ἀμήν.)

(Amen.)

Στερεώσαι, Κύριος ὁ Θεός, τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, σὺν τῇ ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

Make firm, Lord our God, the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Church and this city forever.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Εἰ βούλει, τὸ ἑξῆς·

Optional:

ΙΕΡΕΥΣ

PRIEST

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Most-holy Theotokos, save us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ God, our hope. Glory to You.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. (ἐκ γʹ) Εὐλόγησον.

Lord, have mercy. (3) Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Prophet Elias the Tishbite, whose memory we celebrate; and of all the saints, have mercy on us and save us, for He is good and loves mankind.

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us [and save us].

(Ἀμήν.)

(Amen.)