2020

2020

Τῇ Δευτέρᾳ | Τῌ ΚϚʹ ΟΚΤΩΒΡΙΟΥ

On Monday | October 26

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

ΔΕΥΤΕΡΑ ΚΑʹ ΕΒΔΟΜΑΔΟΣ

MONDAY OF THE TWENTY-FIRST WEEK

Φλπ 4:10-23

Phil. 4:10-23

Ἀδελφοί, ἐχάρην ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ' ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι͵ οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν͵ καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς͵ Φιλιππήσιοι͵ ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου͵ ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας͵ οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. Οὐχ ὅτι ἐπιζητῷ τὸ δόμα͵ ἀλλὰ ἐπιζητῷ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν͵ ὀσμὴν εὐωδίας͵ θυσίαν δεκτήν͵ εὐάρεστον τῷ Θεῷ. Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι͵ μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.

Brethren, I rejoice in the Lord greatly that now at length you have revived your concern for me; you were indeed concerned for me, but you had no opportunity. Not that I complain of want; for I have learned, in whatever state I am, to be content. I know how to be abased, and I know how to abound; in any and all circumstances I have learned the secret of facing plenty and hunger, abundance and want. I can do all things in him who strengthens me. Yet it was kind of you to share my trouble. And you Philippians yourselves know that in the beginning of the gospel, when I left Macedonia, no church entered into partnership with me in giving and receiving except you only; for even in Thessalonica you sent me help once and again. Not that I seek the gift; but I seek the fruit which increases to your credit. I have received full payment, and more; I am filled, having received from Epaphroditos the gifts you sent, a fragrant offering, a sacrifice acceptable and pleasing to God. And my God will supply every need of yours according to his riches in glory in Christ Jesus. To our God and Father be glory for ever and ever. Amen. Greet every saint in Christ Jesus. The brethren who are with me greet you. All the saints greet you, especially those of Caesar's household. The grace of the Lord Jesus Christ be with your spirit. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΔΕΥΤΕΡᾼ ΤΗΣ Ϛʹ ΕΒΔΟΜΑΔΟΣ ΤΟΥ ΛΟΥΚΑ

Monday of the Sixth Week of Luke

Λου ιʹ 22 - 24

Lk. 10:22-24

Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ' ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

The Lord said, "All things have been delivered to me by my Father; and no one knows who the Son is except the Father, or who the Father is except the Son and any one to whom the Son chooses to reveal him." Then turning to the disciples he said privately, "Blessed are the eyes which see what you see! For I tell you that many prophets and kings desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Μάρτυρος.

For the Martyr.

2Τι 2:1-10

2 Tim. 2:1-10

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ. Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος· ἀλλʼ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

Timothy, my son, be strong in the grace that is in Christ Jesus, and what you have heard from me before many witnesses entrust to faithful men who will be able to teach others also. Share in suffering as a good soldier of Christ Jesus. No soldier on service gets entangled in civilian pursuits, since his aim is to satisfy the one who enlisted him. An athlete is not crowned unless he competes according to the rules. It is the hardworking farmer who ought to have the first share of the crops. Think over what I say, for the Lord will grant you understanding in everything. Remember Jesus Christ, risen from the dead, descended from David, as preached in my gospel, the gospel for which I am suffering and wearing fetters like a criminal. But the word of God is not fettered. Therefore I endure everything for the sake of the elect, that they also may obtain salvation in Christ Jesus with its eternal glory. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Μάρτυρος.

For the Martyr.

Ιωα ιεʹ 17 - ιστʹ 2

Jn. 15:17-27; 16:1-2

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

The Lord said to his disciples: "This I command you, to love one another. If the world hates you, know that it has hated me before it hated you. If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, therefore the world hates you. Remember the word that I said to you, 'A servant is not greater than his master.' If they persecuted me, they will persecute you; if they kept my word, they will keep yours also. But all this they will do to you on my account, because they do not know him who sent me. If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin. He who hates me hates my Father also. If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen and hated both me and my Father. It is to fulfill the word that is written in their law, 'They hated me without a cause.' But when the Counselor comes, whom I shall send to you from the Father, even the Spirit of truth, who proceeds from the Father, he will bear witness to me; and you also are witnesses, because you have been with me from the beginning. I have said all this to you to keep you from falling away. They will put you out of the synagogues; indeed, the hour is coming when whoever kills you will think he is offering service to God." [RSV]

__________

__________

   

   

Συναξάριον.

Synaxarion.

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου καὶ θαυματουργοῦ.

On October 26, we commemorate the holy and glorious Great Martyr Demetrios the Myrrh-streamer and Wonder-worker.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται.

On this day the holy Martyrs Artemidoros and Basil died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μάρτυς Λεπτίνα, κατὰ γῆς συρομένη, τελειοῦται.

On this day the holy Martyr Leptina died being dragged on the ground.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Μάρτυς Γλύκων, ξίφει τελειοῦται.

On this day, the holy Martyr Glycon died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ.

On this day we remember the great and awful earthquake.

Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ, ξίφει τελειωθέντος ἐν Κωνσταντινουπόλει, ἐν ἔτει ͵αφλϚʹ (1536).

We commemorate the holy New Monastic Martyr Ioasaf, who died by the sword in Constantinople in the year 1536.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.